14 Ἰανουαρίου 2015
τοῦ μὲν ἀγγέλματος ἤδη χθὲς διὰ τῆς πόλεως δραμόντος ὅτι χαλεπώτατον ἔσοιτο τήμερον τὸ περιοδικὸν εὑρεῖν, οἱ πολῖται ἅμα πρωὶ ἀναστάντες πρὸς τοῖς περιπτέροις ἕτι κεκλεισμένοις ἔμενον πειρώμενοι αὐτὸ κτᾶσθαι, τῶν δὲ τριῶν ἑκατομμυρίων ταχέως ἀφανισθέντων πολλοῖς τὸ μένειν μάτην ἐγένετο, μόνον γὰρ τούτοις οἳ ἔτυχον πρῶτοι ἀφικόμενοι ἐξῆν τὸ περιοδικὸν εὑρεῖν.
παραδείγματος δὲ ἕνεκα τοῦτο εἰδέναι δεῖ· ἐν τῷ Παρισίῳ ἤδη τῇ 6:30 ὥρᾳ οὐκ ἐξῆν τὸ περιοδικὸν εὑρεῖν, ἐν δὲ πάσῃ τῇ Γαλατίᾳ οὐ διὰ πολλοῦ, τῇ 10:00 ὥρᾳ· οἱ μὲν πολῖται οἷς οὐκ ἐξῆν τὸ περιοδικὸν ὠνεῖσθαι, τοῖς ἔχουσι φιλικῶς φθονοῦντες, ἐπείρων ἀπὸ αὐτῶν ὠνεῖσθαι πλείονα χρήματα προτείνοντες, μάτην δέ. ὁ ἐκδοτικὸς οἶκος ἤγγειλεν τήμερον τῆς ἑσπέρας ὅτι δύο πλείονα ἑκατομμύρια ὡς τάχιστα ἐκδώσοι. τὸ περιοδικὸν ὃ τήμερον ἐξεδόθη ὀκτὼ σελίδας ἔχον εἰς ἑκκαίδεκα γλώττας μεταπέφρασται.
Πλέονα...http://www.akwn.net/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.